Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.125.3 | Hdt. 1.126.4 (English) | >>Hdt. 1.127.2 |
1.126.2 ἐπιτελεσάντων δὲ τῶν Περσέων τὸν προκείμενον ἄεθλον , δεύτερά σφι προεῖπε ἐς τὴν ὑστεραίην παρεῖναι λελουμένους . ἐν δὲ τούτῳ τά τε αἰπόλια καὶ τὰς ποίμνας καὶ τὰ βουκόλια ὁ Κῦρος πάντα τοῦ πατρὸς συναλίσας ἐς τὠυτὸ ἔθυσε καὶ παρεσκεύαζε ὡς δεξόμενος τὸν Περσέων στρατόν , πρὸς δὲ οἴνῳ τε καὶ σιτίοισι ὡς ἐπιτηδεοτάτοισι .
1.126.3 ἀπικομένους δὲ τῇ ὑστεραίῃ τοὺς Πέρσας κατακλίνας ἐς λειμῶνα εὐώχεε . ἐπείτε δὲ ἀπὸ δείπνου ἦσαν , εἴρετό σφεας ὁ Κῦρος κότερα τὰ τῇ προτεραίῃ εἶχον ἢ τὰ παρεόντα σφι εἴη αἱρετώτερα .
1.126.4 οἱ δὲ ἔφασαν πολλὸν εἶναι αὐτῶν τὸ μέσον · τὴν μὲν γὰρ προτέρην ἡμέρην πάντα σφι κακὰ ἔχειν , τὴν δὲ τότε παρεοῦσαν πάντα ἀγαθά . παραλαβὼν δὲ τοῦτο τὸ ἔπος ὁ Κῦρος παρεγύμνου τὸν πάντα λόγον , λέγων ·
1.126.5 “ἄνδρες Πέρσαι , οὕτω ὑμῖν ἔχει . βουλομένοισι μὲν ἐμέο πείθεσθαι ἔστι τάδε τε καὶ ἄλλα μυρία ἀγαθά , οὐδένα πόνον δουλοπρεπέα ἔχουσι , μὴ βουλομένοισι δὲ ἐμέο πείθεσθαι εἰσὶ ὑμῖν πόνοι τῷ χθιζῷ παραπλήσιοι ἀναρίθμητοι .
1.126.6 νῦν ὦν ἐμέο πειθόμενοι γίνεσθε ἐλεύθεροι . αὐτός τε γὰρ δοκέω θείῃ τύχῃ γεγονὼς τάδε ἐς χεῖρας ἄγεσθαι , καὶ ὑμέας ἥγημαι ἄνδρας Μήδων εἶναι οὐ φαυλοτέρους οὔτε τἄλλα οὔτε τὰ πολέμια . ὡς ὦν ἐχόντων ὧδε , ἀπίστασθε ἀπʼ Ἀστυάγεος τὴν ταχίστην .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.125.3 | Hdt. 1.126.4 (English) | >>Hdt. 1.127.2 |